Home > Library > New > Anonymous > Septuagint > Psalms. Psalms Chapter 119

Psalms. Psalms Chapter 119

Septuagint: Psalms Chapter 119

1 ᾠδὴ τῶν ἀναβαθμῶν πρὸς κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα καὶ εἰσήκουσέν μου

2 κύριε ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας

3 τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν

4 τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς

5 οἴμμοι ὅτι ἡ παροικία μου ἐμακρύνθη κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδαρ

6 πολλὰ παρῴκησεν ἡ ψυχή μου

7 μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός ὅταν ἐλάλουν αὐτοῖς ἐπολέμουν με δωρεά
ii chronicles chapter 20| ii chronicles chapter 20
Home > Library > New > Anonymous > Septuagint > Psalms. Psalms Chapter 119