Home > Library > New > Anonymous > Septuagint > Psalms. Psalms Chapter 128

Psalms. Psalms Chapter 128

Septuagint: Psalms Chapter 128

1 ᾠδὴ τῶν ἀναβαθμῶν πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου εἰπάτω δὴ Ισραηλ

2 πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι

3 ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν

4 κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν

5 αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιων

6 γενηθήτωσαν ὡς χόρτος δωμάτων ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη

7 οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων

8 καὶ οὐκ εἶπαν οἱ παράγοντες εὐλογία κυρίου ἐφ᾽ ὑμᾶς εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίο
mahabharata sanskrit| mahabharata sanskrit
Home > Library > New > Anonymous > Septuagint > Psalms. Psalms Chapter 128