Home > Library > New > Anonymous > Septuagint > Psalms. Psalms Chapter 99

Psalms. Psalms Chapter 99

Septuagint: Psalms Chapter 99

1 ψαλμὸς εἰς ἐξομολόγησιν ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ

2 δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει

3 γνῶτε ὅτι κύριος αὐτός ἐστιν ὁ θεός αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ

4 εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις ἐξομολογεῖσθε αὐτῷ αἰνεῖτε τὸ ὄνομα αὐτοῦ

5 ὅτι χρηστὸς κύριος εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτο
the book of ode| odes book i
Home > Library > New > Anonymous > Septuagint > Psalms. Psalms Chapter 99