Home > Library > New > Anonymous > Septuagint > Sirach. Sirach Chapter 41

Sirach. Sirach Chapter 41

Septuagint: Sirach Chapter 41

1 ὦ θάνατε ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν

2 ὦ θάνατε καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν

3 μὴ εὐλαβοῦ κρίμα θανάτου μνήσθητι προτέρων σου καὶ ἐσχάτων

4 τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς

5 τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν

6 τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος

7 πατρὶ ἀσεβεῖ μέμψεται τέκνα ὅτι δι᾽ αὐτὸν ὀνειδισθήσονται

8 οὐαὶ ὑμῖν ἄνδρες ἀσεβεῖς οἵτινες ἐγκατελίπετε νόμον θεοῦ ὑψίστου

9 καὶ ἐὰν γεννηθῆτε εἰς κατάραν γεννηθήσεσθε καὶ ἐὰν ἀποθάνητε εἰς κατάραν μερισθήσεσθε

10 πάντα ὅσα ἐκ γῆς εἰς γῆν ἀπελεύσεται οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν

11 πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαθὸν ἐξαλειφθήσεται

12 φρόντισον περὶ ὀνόματος αὐτὸ γάρ σοι διαμενεῖ ἢ χίλιοι μεγάλοι θησαυροὶ χρυσίου

13 ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ

14 παιδείαν ἐν εἰρήνῃ συντηρήσατε τέκνα σοφία δὲ κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις

15 κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ

16 τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται

17 αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους

18 ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας καὶ ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας

19 ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας καὶ ἀπὸ τόπου οὗ παροικεῖς περὶ κλοπῆς

20 ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ᾽ ἄρτοις

21 ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς

22 ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας καὶ ἀπὸ ἀποστροφῆς προσώπου συγγενοῦς

23 ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου

24 ἀπὸ περιεργίας παιδίσκης αὐτοῦ καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς

25 ἀπὸ φίλων περὶ λόγων ὀνειδισμοῦ καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε

26 ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς καὶ ἀπὸ καλύψεως λόγων κρυφίων

27 καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπο
ongs about impatience| interrupted rem sleep
Home > Library > New > Anonymous > Septuagint > Sirach. Sirach Chapter 41