Home > Library > New > Anonymous > Septuagint > Psalms. Psalms Chapter 69

Psalms. Psalms Chapter 69

Septuagint: Psalms Chapter 69

1 εἰς τὸ τέλος τῷ Δαυιδ εἰς ἀνάμνησιν

2 εἰς τὸ σῶσαί με κύριον ὁ θεός εἰς τὴν βοήθειάν μου πρόσχες

3 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντές μου τὴν ψυχήν ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ βουλόμενοί μοι κακά

4 ἀποστραφείησαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι εὖγε εὖγε

5 ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε καὶ λεγέτωσαν διὰ παντός μεγαλυνθήτω ὁ θεός οἱ ἀγαπῶντες τὸ σωτήριόν σου

6 ἐγὼ δὲ πτωχὸς καὶ πένης ὁ θεός βοήθησόν μοι βοηθός μου καὶ ῥύστης μου εἶ σύ κύριε μὴ χρονίσῃ
chapter 7 of zechariah| chapter 7 of zechariah
Home > Library > New > Anonymous > Septuagint > Psalms. Psalms Chapter 69